Menu
RSS
Παρασκευή, 21/09/2018
kalimera-arkadia logo
kalimera Arkadia Facebook pageKalimera Arkadia TwitterKalimera Arkadia YouTube channel
komis490 1972018

Κυριακή της Τυροφάγου

Κυριακή της Τυροφάγου
«Ἐξεβλήθη ὁ Ἀδάμ τοῦ Παραδείσου τῆς τρυφῆς,  διά βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν μή φυλάξας τήν τοῦ Δεσπότου, καί κατεκρίθη ἐργάζεσθαι τήν γῆν ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δέ πολλῷ ἐσθίειν ἄρτον αὐτοῦ. Διό ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μή ἔξω θρηνήσωμεν τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα».
Τήν ἀνάμνησιν τῆς ἐξορίας τοῦ Ἀδάμ ἀπό τοῦ Παραδείσου τῆς τρυφῆς ἔταξαν τήν παραμονήν τῆς ἁγίας Τεσσαρακοστῆς οἱ θειότατοι Πατέρες, δεικνύοντες ὄχι διά λόγων ἁπλῶν, ἀλλά ἐξ αὐτῶν τῶν πραγμάτων, πόσον ὠφέλιμον εἶναι εἰς τόν ἄνθρωπον τό τῆς νηστείας καλόν καί ἀντιθέ­τως πόσον ἐπιβλαβές καί ὀλέθριον ἡ ἀκρασία καί τῶν θείων ἐντολῶν ἡ παράβασις, καί ὅτι ἡ πρώτη ἐντολή τοῦ Θεοῦ πρός τούς ἀνθρώπους ἐστίν ἡ τῆς νηστείας ἐντο­λή, ἥν λαβόντες οἱ Πρωτόπλαστοι καί μή φιλάξαντες αὐτήν, οὐ μόνον θεοί οὐκ ἐγένοντο, ὡς ἐφαντάσθησαν, ἀλλ' ἀπώλεσαν καί ἥν εἶχον μακαρίαν ζωήν καί πεσόντες εἰς φθοράν καί θάνατον, μετέδωκαν αὐτά ταῦτα καί μυρία ἄλλα κακά, ὅσα ἐκεῖθεν ἐπήγασαν εἰς ὅλον τό ἀνθρώπινον γένος.
Ταῦτα πάντα τιθέασιν ὑπ' ὄψιν ἡμῶν σήμερον οἱ θεοφόροι Πατέρες, ἵνα ἐνθυμούμενοι τό πόθεν ἐξεπέσαμεν καί τί ἐπάθομεν διά τήν τῶν Πρωτοπλάστων ἀκρασίαν καί παρακοήν, σπουδάσωμεν ἐπανελθεῖν πάλιν εἰς τήν ἀρχαίαν ἐκείνην μακαριότητα καί δόξαν διά νηστείας καί τῆς ὑπακοῆς εἰς πάντα τά θεῖα προστάγματα.
 + π.Ι.Σ.

Προσθήκη σχολίου

Βεβαιωθείτε ότι εισάγετε τις (*) απαιτούμενες πληροφορίες, όπου ενδείκνυται. Ο κώδικας HTML δεν επιτρέπεται.

Επιστροφή στην κορυφή

Διαβάστε επίσης...